Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.205 Joseph. AJ 17.209 (English) >>Joseph. AJ 17.213

17.207συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τιμωρίαν αὐτοῖς ὑπʼ Ἀρχελάου γενέσθαι κολάσεσιν τῶν ὑπὸ Ἡρώδου τιμωμένων, καὶ πάντων γε καὶ πρῶτον καὶ ἐκδηλότατα τὸν ὑπʼ αὐτοῦ ἀρχιερέα καθεστῶτα παύσαντα νομιμώτερόν τε ἅμα καὶ καθαρὸν ἀρχιερᾶσθαι ἄνδρα αἱρεῖσθαι. 17.208τούτοις Ἀρχέλαος καίπερ δεινῶς φέρων ἐπένευεν τὴν ὁρμὴν αὐτῶν διὰ τὴν ἐπὶ Ῥώμης ὁδὸν ἀνύεσθαι προκείμενον αὐτῷ τάχος ἐπὶ περισκοπήσει τῶν δοξάντων Καίσαρι. 17.209πέμψας δὲ τὸν στρατηγὸν πειθοῖ χρῆσθαι, καὶ τῆς ἐπὶ τοιούτοις μωρίας ἀποστάντας σκοπεῖν, θάνατόν τε, ὃς τοῖς φίλοις αὐτῶν συνέλθοι, μετὰ νόμων γεγονότα, καὶ τὰς αἰτήσεις ὡς ἐπὶ μέγα τοῦ ὑβρίζειν προΐοιεν, τούς τε καιροὺς οὐκ ἐν τοιοῖσδε εἶναι, μᾶλλον δὲ τοῦ ὁμονοεῖν ἕως καταστησάμενος τὴν ἀρχὴν ἐπινεύσει τῇ Καίσαρος ἀφίκοιτο ὡς αὐτούς· τότε γὰρ κοινῇ βουλεύσειν περὶ ὧν ἀξιοῖεν σὺν αὐτοῖς· ἄρτι δὲ ἀνέχειν, μὴ καὶ στασιάζειν δοκοῖεν. 17.210

Καὶ μὲν ταῦτα ὑπειπὼν καὶ διδάξας τὸν στρατηγὸν ἐκπέμπει πρὸς αὐτούς. οἱ δὲ βοῶντες λέγειν τε οὐκ εἴων καὶ εἰς κίνδυνον τοῦ ἀπολουμένου ἐκεῖνόν τε καθίστασαν καὶ τῶν ἄλλων ὅστις γε ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τοῦ μὴ τοιῶνδε ὀριγνᾶσθαι τολμήσειν φθέγξασθαι φανερὸς ἦν διὰ τὸ πάντα βουλήσει τῇ αὐτῶν μᾶλλον ἐξουσίᾳ τῶν ἐφεστηκότων συγχωρεῖν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.205 Joseph. AJ 17.209 (English) >>Joseph. AJ 17.213

Powered by PhiloLogic